[44] [cap.13] διεσταλκότες οὖν τὰ περὶ τὸν Ἐνὼχ σημαινόμενα μέτιμεν ἑξῆς ἐπὶ τὸν Μαθουσάλα, ὃς ἦν ἐξαποστολὴ θανάτου. δύο δ’ ἐκ ταύτης παρίσταται τῆς φωνῆς, ἓν μὲν καθ’ ὅ τινι ἐπιπέμπεται θάνατος, ἕτερον δὲ καθ’ ὃ ἀπό τινος ἀποστέλλεται. ὅτῳ μὲν οὖν ἐπιπέμπεται, θνῄσκει πάντως ἐκεῖνος, ἀφ’ οὗ δὲ ἀποστέλλεται, ζῇ τε καὶ περίεστι.