Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 43

[43] δυσεύρετον σφόδρα τὸ τούτων ἐστὶ γένος ἀποδιδρασκόντων τὸν ἐπίβουλον καὶ ῥᾳδιουργὸν καὶ πανοῦργον καὶ κεχυμένον παθῶν τε καὶ κακιῶν πλήρη βίον. οὓς γὰρ ὁ θεὸς εὐαρεστήσαντας αὐτῷ μετεβίβασε καὶ μετέθηκεν ἐκ φθαρτῶν εἰς ἀθάνατα γένη, παρὰ τοῖς πολλοῖς οὐκέθ’ εὑρίσκονται.