[30] ὅταν μὲν οὖν πρὸς τὸ ἴδιον ἀγαθὸν καλῇ, „σὺ μετ’ ἐμοῦ στῆθι“ φησίν, οὐκ „ἐγὼ μετὰ σοῦ"· οὐ γὰρ στήσεται ὁ θεός, ἀλλ’ ἀεὶ ἕστηκεν. ὅταν δὲ πρὸς τὸ οἰκεῖον γενέσεως ἔρχηται, ὀρθότατα ἐρεῖ· „ἐγὼ μετὰ σοῦ καταβήσομαι“· σοὶ γὰρ ἡ τόπων ἐνάλλαξις ἁρμόζει· ὥστε μετ’ ἐμοῦ μὲν οὐδεὶς κάτεισιν — ἐγὼ γὰρ οὐ τρεπόμενος —, στήσεται δ’ ὅτιπερ ἠρεμία μοι φίλον· σὺν δὲ τοῖς κατιοῦσι μεταβατικῶς — ἀδελφὸν γὰρ καὶ συγγενὲς αὐτοῖς [11] [12] μετάβασις — ἐγὼ καταβήσομαι τοπικῶς οὐ χωρία ἐναλλάττων, ὃς τὸ πᾶν ἐμαυτοῦ πεπλήρωκα.