Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 29

[29] νυνὶ μὲν οὖν ἑτέρῳ στῆναι μετ’ αὐτοῦ παραγγέλλει. ἀλλαχόθι δέ φησιν· „ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἀναβιβάσω σε εἰς τέλος“ (Gen. 46, 4), οὐχὶ σὺ μετ’ ἐμοῦ. διὰ τί; ὅτι θεοῦ μὲν ἴδιον ἠρεμία καὶ στάσις, γενέσεως δὲ μετάβασίς τε καὶ μεταβατικὴ πᾶσα κίνησις.