Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 137

[137] παρατετηρημένως δὲ σφόδρα ἡ μὲν [γὰρ] Ἄγαρ ἀσκὸν πρὸς τὴν ὑδρείαν, Ῥεβέκκα δὲ ὑδρίαν ἐπιφέρεται, ὅτι τῇ μὲν τοῖς παιδεύμασι τοῖς ἐγκυκλίοις ⟨ἐγ⟩χορευούσῃ δεῖ καθάπερ τινῶν σωματικῶν τῆς αἰσθήσεως ἀγγείων, ὀφθαλμῶν, ὤτων, πρὸς τὴν τῶν θεωρημάτων ἀνάληψιν — ἐκ γὰρ τοῦ πολλὰ μὲν ἰδεῖν, πολλῶν δὲ ἐπακοῦσαι περιγίνεται τοῖς φιλομαθέσιν ἡ ἐξ ἐπιστήμης ὠφέλεια —, τῇ δὲ ἀκράτου σοφίας πεπληρωμένῃ δερματίνου μὲν ὄγκου ⟨τὸ⟩ παράπαν οὐδενός — ἔμαθε γὰρ ἡ ἀσωμάτων ἐρῶσα ὅλον ἀποδύεσθαι λογισμῷ τὸν ἀσκόν, τὸ σῶμα — ὑδρίας δὲ αὐτὸ μόνον, ἣ σύμβολόν ἐστιν ἀγγείου τὸ πολύχουν ὕδατος τρόπον ἡγεμονικὸν κεχωρηκότος· ὅπερ εἴτε μήνιγγα εἴτε καρδίαν εἶναι συντέτευχεν, οἱ περὶ ταῦτα δεινοὶ φιλοσοφείτωσαν.