Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 136

[136] [cap.41] ἡ δὲ Ῥεβέκκα κατέβη, φησίν, ἐπὶ τὴν πηγὴν πλῆσαι τὴν ὑδρίαν, καὶ ἀνέβη. πόθεν γὰρ τὴν φρονήσεως διψῶσαν διάνοιαν εἰκός ἐστι πληροῦσθαι πλὴν ἀπὸ σοφίας θεοῦ, τῆς ἀνελλιποῦς πηγῆς, εἰς ἣν κατιοῦσα ἀναβαίνει κατά τι συγγενὲς σπουδαίου μαθητοῦ; τοὺς γὰρ ἀπ’ οἰήσεως χαύνου κατελθόντας ὁ ἀρετῆς ἐκδεξάμενος καὶ ὑπολαβὼν δι’ εὐκλείας εἰς ὕψος αἴρει λόγος. οὗ ἕνεκά μοι δοκεῖ καὶ Μωυσῇ διαλέγεσθαι· „βάδιζε, κατάβηθι, καὶ ἀνάβηθι“ (Exod. [47] [48] 19,24), ὡς παντὸς τοῦ τὴν ἴδιον [M.252] ταπεινότητα μετροῦντος ἐπικυδεστέρου παρὰ τοῖς ἀληθείας κριταῖς γινομένου.