Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 103

[103] [cap.31] „Ὁ δὲ Ἰουβὰλ οὗτος“ φησίν „ἐστὶ πατὴρ ὁ καταδείξας [M.245] ψαλτήριον καὶ κιθάραν“ (Gen. 4,21). πατέρα μουσικῆς καὶ τῶν κατὰ μουσικὴν πάντων ὀργάνων τὸν γεγωνὸν λόγον προσφυέστατα καλεῖ· τὸ γὰρ φωνητήριον ὄργανον ζῴοις ἡ φύσις πρῶτον καὶ τελειότατον ἐργασαμένη πάσας αὐτῷ τὰς ἁρμονίας καὶ τὰ γένη τῶν μελῳδιῶν εὐθὺς ἐχαρίζετο, ἵν’ ᾖ τοῖς ἐκ τέχνης μέλλουσι δημιουργεῖσθαι προειργασμένον παράδειγμα.