Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 102

[102] τὴν βασιλικὴν γοῦν ταύτην ὁδόν, ἣν ἀληθῆ καὶ γνήσιον ἔφαμεν εἶναι φιλοσοφίαν, ὁ νόμος καλεῖ θεοῦ ῥῆμα καὶ λόγον. γέγραπται γάρ· „οὐκ ἐκκλινεῖς ἀπὸ τοῦ ῥήματος οὗ ἐγὼ ἐντέλλομαί σοι σήμερον δεξιὰ οὐδὲ ἀριστερά“ (Deut. 28,14)· ὥστε ἐμφανῶς ἐπιδεδεῖχθαι ὅτι ταὐτόν ἐστι τῇ βασιλικῇ ὁδῷ τὸ θεοῦ ῥῆμα, εἴγε προτρέπει μήτ’ ἀπὸ τῆς βασιλικῆς ὁδοῦ μήτ’ ἀπὸ τοῦ ῥήματος, ὡς συνωνύμων ὄντων, ἀποκλίνοντας ὀρθῇ διανοίᾳ τὴν ἐπ’ εὐθείας ἄγουσαν ἀτραπὸν μέσην τε καὶ λεωφόρον βαδίζειν.