Pular para o conteúdo

De plantatione

Philo of Alexandria · Parte 90

[90] τοῦτο καὶ ὁ ἀσκητὴς Ἰακὼβ ᾐτήσατο ἐπὶ τέλει τῶν ἱεροπρεπεστάτων εὐχῶν· εἶπε γάρ που· „καὶ ἔσται κύριος ἐμοὶ εἰς θεόν“ (Gen. 28,21), ἴσον τῷ οὐκέτι μοι τὸ δεσποτικὸν ἐπιδείξεται τῆς αὐτοκράτορος [M.343] ἀρχῆς, ἀλλὰ τὸ εὐεργετικὸν τῆς ἵλεω περὶ πάντα καὶ σωτηρίου δυνάμεως, τὸν μὲν οἷα ἐπὶ δεσπότῃ φόβον ἀναιρῶν, τὴν δὲ ὡς ἐπ’ εὐεργέτῃ φιλίαν καὶ εὔνοιαν τῇ ψυχῇ παρέχων.