[89] τὸ δὴ „θεὸς αἰώνιος“ ἴσον ἐστὶ τῷ ὁ χαριζόμενος οὐ ποτὲ μὲν ποτὲ δὲ οὔ, ἀεὶ δὲ καὶ συνεχῶς, ὁ ἀδιαστάτως εὐεργετῶν, ὁ τὴν τῶν δωρεῶν [27] ἐπάλληλον φορὰν ἀπαύστως συνείρων, ὁ τὰς χάριτας ἐχομένας ἀλλήλων ἀνακυκλῶν δυνάμεσιν ἑνωτικαῖς καθαρμοσάμενος, ὁ μηδένα καιρὸν τοῦ ποιεῖν εὖ παραλείπων, ὁ κύριος ὤν, ὡς καὶ βλάπτειν δύνασθαι. [cap.21]