[62] βέβηλα καὶ βάραθρα ἐμπίπτων. [cap.15] τοσαύτῃ μέντοι τῇ ⟨τοῦ⟩ θεοφιλοῦς περιουσίᾳ χρῆται Μωυσῆς, ὥστε αὐτῷ τούτῳ μάλιστα πεπιστευκὼς θερμοτέροις καὶ μείζοσιν ἢ κατὰ τὰς ἑτέρων ἡμῶν ἀκοὰς λόγοις τε καὶ δόγμασιν εἴωθε χρῆσθαι· οὐ γὰρ μόνον ἀξιοῖ κληρονομεῖν θεόν, ἀλλὰ καὶ αὐτόν, τὸ παραδοξότατον, κλῆρον ἑτέρων εἶναι.