Pular para o conteúdo

De plantatione

Philo of Alexandria · Parte 61

[61] δεῖγμα μέντοι τῶν εἰρημένων ἐστὶ τὸ γινόμενον ἀνὰ πᾶν ἔτος ἡμέρᾳ τῇ λεγομένῃ τοῦ ἱλασμοῦ· τότε γὰρ διείρηται „δύο τράγους διακληροῦν, τὸν μὲν τῷ κυρίῳ, τὸν δὲ τῷ ἀποπομπαίῳ“ (Lev. 16,8), [M.339] διττὸν λόγον, ὃν μὲν θεῷ, ὃν δὲ γενέσει· ὁ ἀποσεμνύνων μὲν οὖν τὸ αἴτιον [τιμὴν] αὐτῷ προσκληρώσεται, ὁ δὲ γένεσιν [20] φυγαδευθήσεται, τῶν μὲν ἱερωτάτων ἐλαυνόμενος χωρίων, εἰς δὲ ἄβατα καὶ