Pular para o conteúdo

De plantatione

Philo of Alexandria · Parte 56

[56] οἱ δὲ αὐτοὶ καὶ τῶν κατὰ τὴν χώραν ἁπάντων ὄντες κτημάτων δεσπόται καὶ ὅσων ἐπικρατεῖν οἱ ἰδιῶται δοκοῦσι, μόνα ταῦτα ἔχειν νομίζονται, ἅπερ ἐπιτρόποις καὶ ἐπιμεληταῖς ἐγχειρίσαιεν, ἀφ’ ὧν καὶ τὰς ἐτησίους προσόδους ἐκλέγουσιν· εἰς ἃ πολλάκις ἀνέσεως καὶ [18] [19] εὐθυμίας ἕνεκα προσέρχονται τὸ βαρύτατον τῶν ἐν πολιτείᾳ καὶ βασιλείᾳ φροντίδων ἄχθος ἀποτιθέμενοι· καὶ καλεῖται μέντοι ταῦτα τὰ κτήματα αὐτοῖς βασιλικά.