[55] ἀλλὰ μήποτε τοῦτο λέγεται ἐπὶ τῶν κατὰ τὸν ἐξαίρετον οἰκειώσεως λόγον δεσποζομένων πρὸς αὐτοῦ, καθάπερ οἱ βασιλεῖς ἁπάντων μὲν ἄρχουσι τῶν ὑπηκόων, διαφερόντως δὲ τῶν οἰκετῶν, οἷς πρὸς [M.338] τὴν τοῦ σώματος ἐπιμέλειαν καὶ τὴν ἄλλην δίαιταν ὑπηρέταις εἰώθασι χρῆσθαι.