Pular para o conteúdo

De plantatione

Philo of Alexandria · Parte 46

[46] [cap.12] τοιαῦτα μὲν δὴ δένδρα ὁ μόνος σοφὸς ἐν ψυχαῖς λογικαῖς ἐρρίζου. Μωυσῆς δὲ οἰκτιζόμενος τοὺς μετανάστας ἐκ τοῦ τῶν ἀρετῶν παραδείσου γεγονότας καὶ τὸ αὐτεξούσιον τοῦ θεοῦ κράτος αὐτοῦ καὶ τὰς ἵλεως καὶ ἡμέρους δυνάμεις εὔχεται, ὅθεν ὁ γήινος νοῦς Ἀδὰμ πεφυγάδευται, κεῖθι τοὺς ὁρατικοὺς ἐμφυτευθῆναι· λέγει γάρ·