Pular para o conteúdo

De plantatione

Philo of Alexandria · Parte 45

[45] τιθέναι οὖν ἐν τῷ παραδείσῳ, τῷ παντὶ κόσμῳ, ῥιζωθέντα εἰκὸς ἦν τὸν μέσον νοῦν, ὁλκοῖς πρὸς τἀναντία κεχρημένον δυνάμεσιν [16] ἐπὶ τὴν διάκρισίν τε αὐτῶν ἀνακληθέντα, ἵνα πρὸς αἵρεσιν καὶ φυγὴν ὁρμήσας, εἰ μὲν τὰ ἀμείνω δεξιώσαιτο, ἀθανασίας καὶ εὐκλείας ἀπόναιτο, εἰ δ’ αὖ τὰ χείρω, ψεκτὸν θάνατον εὕρηται.