[176] ἔστι δὲ πρῶτος καὶ δυνατώτατος οὗτος· εἰ τῷ μεθύοντι οὐκ ἄν τις εὐλόγως λόγον ἀπόρρητον παρακατάθοιτο, ⟨τῷ δὲ ἀστείῳ παρακατατίθεται⟩, οὐκ ἄρα μεθύει ὁ ἀστεῖος. ἀλλ’ οὖν πρὶν ἢ τοὺς ἄλλους ἑξῆς συνείρειν, ἄμεινον καθ’ ἕκαστον τῶν προτεινομένων ἀντιλέγειν, ἵνα μὴ μακρηγοροῦντες ἐπὶ πλέον διοχλεῖν δοκῶμεν.