[175] ἐπεὶ δὲ οὐδεὶς καθ’ αὑτὸν ἀγωνιζόμενος ἀναγράφεται νικῶν, εἰ δὲ ἀγωνίζεται, σκιαμαχεῖν μᾶλλον ἂν εἰκότως δόξαι, ἀνάγκη καὶ τοὺς τὸ ἐναντίον κατασκευάζοντας λόγους εἰπεῖν, ἵνα δικαιοτάτη γενηθῇ κρίσις, μηδετέρου μέρους ἐξ ἐρήμου καταδικασθέντος.