[94] τοῦτο ὁ πρεσβύτερος λόγος καὶ πατὴρ ὄντως εὐθυβόλον καὶ κύριον ὄνομα αὐτῷ τίθεται, ἡ δὲ παθοῦσα ψυχὴ τὸ ᾧ πέπονθεν ἁρμόττον· ὀδύνης γὰρ υἱὸν καλεῖ. διὰ τί; ὅτι οἱ ἐν ταῖς κεναῖς φερόμενοι δόξαις ὑπολαμβάνονται μὲν εὐδαιμονεῖν, πρὸς ἀλήθειαν δὲ κακοδαιμονοῦσι.