Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 93

[93] ἔχει γάρ τινα λαμπρότητα αἰσθητὴν ἐν τοῖς παρὰ τῶν πολλῶν καὶ ἀγελαίων ἐπαίνοις, ἐν τοῖς γραφομένοις ψηφίσμασιν, ἐν ταῖς ἀνδριάντων καὶ εἰκόνων ἀναθέσεσιν, ἐν πορφύραις καὶ στεφάνοις χρυσοῖς, ἐν ἅρμασι καὶ τεθρίπποις καὶ παραπομπαῖς ὄχλων. ὁ τούτων οὖν ζηλωτὴς εἰκότως υἱὸς ἡμερῶν, αἰσθητοῦ φέγγους καὶ τῆς περὶ τὴν [M.593] κενὴν δόξαν λαμπρότητος, ὠνομάσθη.