Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 34

[34] φθείρεται οὖν εἰκότως τὸ γεῶδες καὶ καταλύεται, ὅταν ὅλος δι’ ὅλων ὁ νοῦς εὐαρεστεῖν προέληται θεῷ· σπάνιον δὲ καὶ τὸ γένος καὶ μόλις εὑρισκόμενον, πλὴν οὐκ ἀδύνατον γενέσθαι. δηλοῖ δὲ τὸ χρησθὲν ἐπὶ τοῦ Ἐνὼχ λόγιον τόδε· „εὐηρέστησε δὲ Ἐνὼχ τῷ θεῷ, καὶ οὐχ εὑρίσκετο“ (Gen. 5, 24).