[33] εὐέκται μὲν γὰρ καὶ σφριγῶντες ἀθληταὶ τὸ δοῦλον ἐπιτετειχικότες ψυχῇ τὸ σῶμα, ὠχροὶ δὲ καὶ διερρυηκότες καὶ κατεσκελετευμένοι τρόπον τινὰ οἱ ἀπὸ παιδείας, ταῖς ψυχικαῖς δυνάμεσι καὶ τοὺς σωματικοὺς τόνους προσκεκληρωκότες καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, εἰς ἓν εἶδος τὸ τῆς ψυχῆς ἀναλυθέντες καὶ ἀσώματοι διάνοιαι γεγονότες.