Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 31

[31] διόπερ λέγεται· „ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν“ (Gen. 1,26), ἵν’, εἰ μὲν δέξεται φαῦλον τύπον, ἑτέρων φαίνηται δημιούργημα, εἰ δὲ καλόν, τοῦ τῶν καλῶν καὶ ἀγαθῶν μόνων τεχνίτου. πάντως οὖν σπουδαῖος ἐκεῖνός ἐστιν, ᾧ φησιν· „ἐγώ εἰμι θεὸς σός,“ ποιητοῦ μόνου λαχὼν ἄνευ συμπράξεως ἑτέρων.