[30] μεγίστη δὲ δωρεὰ τὸ αὐτοῦ λαχεῖν ἀρχιτέκτονος, οὗ καὶ σύμπας ὁ κόσμος ἔλαχε. φαύλου μὲν γὰρ ψυχὴν οὐ διέπλασεν — ἐχθρὸν γὰρ θεῷ κακία —, τὴν δὲ μέσην οὐ δι’ ἑαυτοῦ μόνου κατὰ τὸν ἱερώτατον Μωυσῆν, ἐπειδὴ κηροῦ τρόπον ἔμελλεν αὕτη δέξασθαι καλοῦ τε καὶ αἰσχροῦ διαφοράν.