Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 270

[270] [cap.48] Τὸ δὲ „συνετέλεσε λαλῶν πρὸς αὐτὸν“ (Gen. 17,22) ἴσον ἐστὶ τῷ τὸν ἀκροατὴν αὐτὸν ἐτελείωσε κενὸν ὄντα σοφίας πρότερον καὶ ἀθανάτων λόγων ἐπλήρωσεν. ἐπεὶ δὲ τέλειος ὁ μαθητὴς ἐγένετο, „ἀνέβη κύριος ἀπὸ Ἀβραάμ“ (ibid.) δηλῶν, οὐχ ὅτι διεζεύχθη — φύσει γὰρ θεοῦ ὀπαδὸς ὁ σοφός —, ἀλλὰ τὸ ἑκούσιον τοῦ μαθητοῦ βουλόμενος παραστῆσαι, ἵν’, ὅπερ ἔμαθε, μηκέτι ἐφεστῶτος τοῦ διδάσκοντος χωρὶς ἀνάγκης αὐτὸς ἐπιδεικνύμενος, ἐθελουργῷ καὶ αὐτοκελεύστῳ προθυμίᾳ χρώμενος, ἐνεργῇ δι’ ἑαυτοῦ. δίδωσι γὰρ ὁ διδάσκαλος τῷ μαθόντι τόπον πρὸς τὴν ἄνευ ὑποβολῆς ἑκούσιον μελέτην, ἀλήστου μνήμης ἐγχαράττων βεβαιότατον εἶδος.

[73]

Ὁ Διαφορεύς παρῆν