[269] ἀλλὰ γὰρ τῷ σπείραντι καὶ θερίζειν ἔθος· ὁ δ’ ἔσπειρε μὲν ἐπιδεικνύμενος τὴν ἐχθρὰν φθόνου καὶ κακίας ἀρετήν, εὑρεῖν δέ, ἀλλ’ οὐ θερίσαι λέγεται· ὁ γὰρ στάχυν [71] [72] ἁδρότερον τῶν εὐεργεσιῶν καὶ πλήρη πεποιηκὼς ἕτερος ἦν, ὃς εὐτρεπισάμενος καὶ ἑτοιμασάμενος ἐλπίδας μείζους καὶ πλείους δωρεὰς προὔθηκε τοῖς ζητοῦσιν εἰς εὕρεσιν.