Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 214

[214] παρὸ καὶ λίαν τεθαύμακεν ὁ ἀσκητικὸς καὶ ἀνδρεῖος, εἴ τις ἐν μέσῳ τοῦ βίου ποταμῷ φορούμενος ὑπ’ οὐδεμιᾶς ῥύμης κατασύρεται, δύναιτο δὲ καὶ πλούτῳ πολλῷ ῥέοντι ἀντισχεῖν καὶ ἡδονῆς ἀμέτρου φορὰν ⟨ἀν⟩ῶσαι καὶ λαίλαπι κενῆς δόξης μὴ ἀναρπασθῆναι.