Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 213

[213] ἦν γοῦν ἀναγκαῖον εὔξασθαι τῷ [M.611] λογικῷ γένει τὸ εὐφυὲς ἄνοσον καὶ ἀθάνατον παρεῖναι. τοῦ μὲν γὰρ κατ’ ἀρετὴν βίου, ὅς ἐστιν ἀψευδεστάτη ζωή, μετέχουσιν ὀλίγοι, οὐχὶ τῶν ἀγελαίων φημί — τούτων γὰρ οὐδεὶς τῆς ἀληθοῦς ζωῆς κεκοινώνηκεν —, ἀλλ’ εἴ τισιν ἐξεγένετο τὰς τῶν ἀνθρώπων φυγεῖν σπουδὰς καὶ θεῷ μόνῳ ζῆσαι.