[203] ἀλλὰ τί ἐκ τῆς τοιαύτης ἀκροάσεως, τί δ’ ἐκ τῆς τοιαύτης ἐπιστήμης ὤνατο, γνώμῃ μὲν ἐπιχειρήσας τὸ ψυχῆς ἄριστον ὄμμα λυμήνασθαι, ὃ δὴ μόνον τὸν θεὸν ὁρᾶν πεπαίδευται, μὴ δυνηθεὶς δὲ διὰ τὸ σωτῆρος κράτος ἀήττητον; τοιγαροῦν ὁ μὲν κατακεντούμενος ὑπὸ φρενοβλαβείας τῆς ἑαυτοῦ καὶ τραύματα πολλὰ δεξάμενος ἐν μέσοις τραυματίαις ἀπώλετο (Num. 31,8), διότι σοφιστείᾳ μαντικῇ τὴν θεοφόρητον προφητείαν παρεχάραξε.