Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 202

[202] τί δ’ ἐστὶν ὃ λέγω, σκεπτέον· ἑρμηνευθεὶς Ἰσμαήλ ἐστιν ἀκοὴ θεοῦ, τῶν δὲ θείων δογμάτων οἱ μὲν ἀκούουσιν ἐπ’ ὠφελείᾳ, οἱ δ’ ἐπὶ βλάβῃ αὑτῶν τε καὶ ἑτέρων. ἢ τὸν οἰωνοσκόπον Βαλαὰμ οὐχ ὁρᾷς; οὗτος εἰσάγεται „ἀκούων λόγια θεοῦ ἐπιστάμενός τε ἐπιστήμην παρὰ ὑψίστου“ (Num. 24,16).