[184] ἀκράτους μὲν γὰρ ἀναγκαῖον εἶναι τὰς θεοῦ ἀρετάς, ἐπειδὴ καὶ ὁ θεὸς οὐ σύγκριμα, φύσις ὢν ἁπλῆ, κεκραμένας δὲ τὰς τῶν ἀνθρώπων, ἐπειδὴ καὶ ἡμεῖς γεγόναμεν κράματα, θείου καὶ θνητοῦ συγκερασθέντων καὶ κατὰ τοὺς τῆς τελείας μουσικῆς λόγους ἁρμοσθέντων· τὸ δ’ ἐκ πλειόνων συνεστὼς φυσικὰς πρὸς ἕκαστον τῶν μερῶν ἀνθολκὰς ἔχει.