Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 183

[183] πολλὴ δὲ ἄγνοια νομίζειν, τὰς θεοῦ ἀρετὰς τὰς ἀρρεπεῖς καὶ παγιωτάτας χωρῆσαι ψυχὴν ἀνθρώπου δύνασθαι· ἀγαπητὸν γὰρ εἰκόνας αὐτῶν κτήσασθαι δυνηθῆναι, πολλοῖς καὶ μεγάλοις ἀριθμοῖς τῶν ἀρχετύπων ἐλαττουμένας· καὶ μήποτ’ εἰκότως·