[178] ἐπειδὴ τοίνυν ἀκόλουθον οὐκ ἦν ἐνδοιάσαι τῷ πεπιστευκότι, πεποίηκε τὸν ἐνδοιασμὸν οὐ πολυχρόνιον, μηκυνόμενον μέχρι γλώττης καὶ στόματος, ἀλλ’ αὐτοῦ περὶ τὴν ὀξυκίνητον διάνοιαν ἱστάμενον. „τῇ γὰρ διανοίᾳ“ φησίν „εἶπεν,“ ἣν τῶν εἰς ποδώκειαν ἐπαινουμένων οὐδὲν ἂν ἰσχύσαι παραδραμεῖν, ἐπεὶ καὶ τὰς πτηνὰς φύσεις ἁπάσας ἔφθακεν.