Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 177

[177] μὴ ⟨μέν⟩τοι νομίσῃς, ὦ γενναῖε, [45] τὸ „εἰπεῖν“ οὐχὶ τῷ στόματι, ἀλλὰ „τῇ διανοίᾳ“ προσκεῖσθαι παρέργως, ἀλλὰ καὶ πάνυ ἐξητασμένως. διὰ τί; ὅτι ἔοικε διὰ τοῦ φάσκειν „εἰ τῷ ἑκατονταετεῖ γενήσεται“ περὶ τῆς Ἰσαὰκ ἐνδοιάσαι γενέσεως, ἐφ’ ᾗ πρότερον ἐλέγετο πιστεῦσαι, ὡς ἐδήλου τὸ χρησθὲν πρὸ μικροῦ τόδε· „οὐ κληρονομήσει σε οὗτος, ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ“· εἶτ’ εὐθὺς εἶπεν· „ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην“ (Gen. 15,4. 6).