[164] σημεῖα δὲ τοῦ λεγομένου καὶ αἰσθήσεις ἐναργῆ περιφέρουσι· γεύσεως γὰρ ὄσφρησις προκαθημένη τὰ πρὸς ἐδωδὴν καὶ πόσιν σχεδὸν ἅπαντα προδικάζει· ἀφ’ οὗ καὶ προγευστρίδα αὐτὴν ἐκάλεσαν εἰς τὴν ἐνάργειαν ἀπιδόντες εὐθυβόλως ἔνιοι. πέφυκε δὲ καὶ ἡ ἐλπὶς ὡσανεὶ τοῦ μέλλοντος ἀγαθοῦ προγεύεσθαι καὶ διασυνιστάνειν αὐτὸ ψυχῇ τῇ βεβαίως κτησομένῃ.