Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 163

[163] ἥκοντι μὲν οὖν ἤδη τῷ ἀγαθῷ συνομαρτεῖ χαρά, προσδοκωμένῳ δὲ ἐλπίς· ἀφικομένῳ μὲν ⟨γὰρ⟩ χαίρομεν, μέλλοντος δὲ ἐλπίζομεν, καθάπερ καὶ ἐπὶ τῶν ἐναντίων ἔχειν συμβέβηκεν· ἡ μὲν γὰρ παρουσία τοῦ κακοῦ λύπην, ἡ δὲ προσδοκία φόβον ἐγέννησεν. φόβος δὲ ἄρα ἦν οὐδὲν ἢ λύπη πρὸ λύπης, ὥσπερ ἐλπὶς χαρὰ πρὸ χαρᾶς· ὃ γάρ, οἶμαι, πρὸς λύπην φόβος, τοῦτο πρὸς χαρὰν ἐλπίς.