Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 155

[155] ἀμφότερα δὲ κατὰ τὸν αὐτὸν χρόνον συμβαίνει τῷ μείζονα ἐλπίδος ἀγαθὰ κληρονομοῦντι σοφῷ, γελᾶν τε καὶ πίπτειν· τὸ μὲν εἰς πίστιν τοῦ μὴ μεγαλαυχεῖν διὰ κατάγνωσιν τῆς θνητῆς οὐδενείας, τὸ δ’ εἰς εὐσεβείας βεβαίωσιν διὰ τὸ μόνον χαρίτων καὶ ἀγαθῶν νομίζειν τὸν θεὸν αἴτιον.