Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 154

[154] [cap.29] Ταύταις εἰκὸς ἦν ταῖς ὑποσχέσεσι τὸν νοῦν ἐκφυσηθέντα μετέωρον ἀρθῆναι. ὁ δὲ πρὸς [M.602] ἔλεγχον ἡμῶν, οἳ καὶ ἐπὶ τοῖς [39] μικροτάτοις εἰώθαμεν ὑψαυχενεῖν, πίπτει καὶ εὐθὺς γελᾷ (Gen. 17, 17) τὸν ψυχῆς γέλωτα, σκυθρωπάζων μὲν τῷ προσώπῳ, μειδιῶν δὲ τῇ διανοίᾳ, πολλῆς καὶ ἀκράτου χαρᾶς εἰσοικισαμένης.