[150] ἀρετὴ καὶ νόμους ἀρίστους εἰσηγήσατο καὶ τὰ εἰρήνης κατεβάλετο πανταχοῦ σπέρματα· ἐπεὶ καὶ ὑπὸ τῆς ἐναντίας ἕξεως πέφυκε γίνεσθαι τἀναντία, πόλεμος, ἀνομία, κακοπολιτεῖαι, συγχύσεις, δύσπλοιαι, περιτροπαί, ἡ ἐν ταῖς ἐπιστήμαις ἀργαλεωτάτη νόσος, πανουργία, ἀφ’ ἧς ἀντὶ τεχνῶν κακοτεχνίαι προσερρήθησαν. ἀναγκαίως οὖν εἰς ἔθνη χωρήσει ἡ ἀρετή, ζῴων ὁμοῦ καὶ πραγμάτων μεγάλα καὶ ἀθρόα συστήματα, ἐπὶ τῇ τῶν δεχομένων ὠφελείᾳ.