[149] τὰ γὰρ ἔρημα καὶ χῆρα φρονήσεως [38] πάντα ἐπιζήμια, καθάπερ οἷς οὐκ ἐπιλάμπει ἥλιος ἐξ ἀνάγκης ζοφερά. ἀρετῇ μὲν γὰρ γεωπόνος ἄμεινον φυτῶν ἐπιμελεῖται, ἀρετῇ δὲ καὶ ἡνίοχος ἅρμα ἐν ἱπποδρομίαις ἄπταιστον ἐλαύνει, ἀρετῇ δὲ καὶ κυβερνήτης [οἰακονόμος] οἰακονομεῖ κατὰ πλοῦν τὸ σκάφος. ἀρετὴ καὶ οἰκίας καὶ πόλιν καὶ χώραν βέλτιον οἰκεῖσθαι παρεσκεύασεν, οἰκονομικούς, πολιτικούς, κοινωνικοὺς ἄνδρας δημιουργοῦσα.