[119] ταῦτ’ ἀκούσας καὶ πάλιν πεύσεται· „ποῦ ἐστιν“ ὁ ἄνθρωπος (ibid. 20); ἐν τίνι μέρει τῶν καθ’ ὑμᾶς οἰκεῖ τὸ λογικὸν εἶδος; „ἵνα τί αὐτὸν“ ῥᾳδίως οὕτω „καταλελοίπατε“ (ibid.), ἀλλ’ οὐχ ἅπαξ ἐντυχοῦσαι περιέσχετε κτῆμα κάλλιστον καὶ λυσιτελέστατον ἑαυταῖς;