[118] μεθόριοι γὰρ αἱ αἰσθήσεις οὖσαι [τῶν] νοητῶν τε καὶ αἰσθητῶν ἀγαπητὸν ἐὰν ἑκατέρων ἐφιῶνται, ἀλλὰ μὴ ὑπὸ μόνων τῶν αἰσθητῶν ἄγωνται· τὸ δ’ οἴεσθαι ὅτι μόνοις ποτὲ τοῖς κατὰ διάνοιαν ἐπανέξουσιν εὐήθεια πολλή. οὗ χάριν ἀμφότερα τιθέασι, διὰ μὲν τοῦ „ἄνθρωπος“ τὰ μόνῳ λόγῳ θεωρητὰ μηνύουσαι, διὰ δὲ τοῦ „Αἰγύπτιος“ παριστᾶσαι τὰ αἰσθητά.