[111] διὰ γὰρ τῶν ἑπτὰ δυνάμεων τούτων αἱ προβάσεις καὶ παραυξήσεις τοῦ πατρὸς νοῦ ταῖς ἐγγινομέναις καταλήψεσι συνίστανται. παραγενόμεναι δ’ ἐπὶ τὰ οἰκεῖα ἑκάστη, χρώματα μὲν καὶ σχήματα ὅρασις, φωνὰς δὲ ἀκοή, ἀτμοὺς δὲ ὄσφρησις, χυλοὺς δὲ γεῦσις καὶ αἱ ἄλλαι πρὸς τὰ ἁρμόττοντα ἑαυταῖς, „ἀντλοῦσι“ τρόπον τινὰ τὰ ἐκτὸς αἰσθητά, „ἕως ἂν πληρώσωσι τὰς τῆς ψυχῆς δεξαμενάς, ἐξ ὧν ποτίζουσι τὰ πρόβατα τοῦ πατρός“ (ibid.), τὴν καθαρωτάτην λέγω τοῦ λογισμοῦ ποίμνην, ἀσφάλειαν καὶ κόσμον περιφέρουσαν ἐν ταὐτῷ.