[110] [cap.19] ἓν μὲν δὴ τοῦτο ἐκ τῆς Μαδιὰμ ἐδηλοῦτο· ἕτερον δὲ τὸ κριτικὸν καὶ δικαστικὸν εἶδος, ὃ καὶ κατ’ ἐπιγαμίαν οἰκειοῦται γένει τῷ προφητικῷ. „τῷ ἱερεῖ“, φησὶν οὖν, τῆς κρίσεως καὶ τῆς δίκης „εἰσὶν ἑπτὰ θυγατέρες“ (Exod. 2, 16), συμβολικῶς αἱ τοῦ ἀλόγου δυνάμεις, γονή τε καὶ φωνὴ καὶ πέντε αἰσθήσεις, [31] ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρός.