Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 108

[108] καὶ τοῦτο ἔπαθεν, ἕως ὁ εἰρηνικὸς καὶ ἱερεὺς τοῦ θεοῦ (ibid. 12. 13) τρανός, Φινεές, ὑπέρμαχος αὐτοκέλευστος ἦλθε, φύσει μισοπόνηρος ὢν καὶ ζήλῳ τῶν καλῶν κατεσχημένος· ᾧ σειρομάστην λαβόντι, τὸ δ’ ἐστὶν ἠκονημένον καὶ ὀξὺν λόγον, μαστεύειν καὶ ἀναζητεῖν ἕκαστα ἱκανόν, ἐξεγένετο μὴ φενακισθῆναι, ῥώμῃ δὲ καρτερᾷ χρησαμένῳ κατακεντῆσαι διὰ τῆς μήτρας τὸ πάθος (ibid. 7.8), ἵνα μηδὲν ἔτι κακὸν θεήλατον τίκτῃ.