[107] οὗτοι [τε] τελεταῖς ἀνιέροις ταῖς Βεελφεγὼρ τελεσθέντες (Num. 25,3) καὶ τὰ τοῦ σώματος στόμια πάντα εὐρύναντες πρὸς τὴν [M.595] τῶν ἔξωθεν ἐπιχεομένων ῥευμάτων ὑποδοχὴν — ἑρμηνεύεται γὰρ Βεελφεγὼρ ἀνωτέρω στόμα δέρματος — κατέκλυσαν τὸν ἡγεμόνα νοῦν καὶ ἀφεῖσαν εἰς βυθὸν ἔσχατον, ὡς μηδ’ ἀνανήξασθαι μηδὲ μικρὸν ὅσον δυνηθῆναι ἀνασχεῖν·