[80] [cap.15] ἐπειδὰν γοῦν ἀδηλότερά πως ᾖ τὰ νοήματα, κατὰ κενοῦ βαίνει καὶ ὀλισθὼν πολλάκις μέγα πτῶμα ἔπεσεν, [22] ὡς μηκέτι ἀναστῆναι δύνασθαι. „καὶ ἐρεῖς πρὸς αὐτὸν καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ“, ἴσον τῷ ὑπηχήσεις αὐτῷ τὰ ἐνθυμήματα, ἃ ῥημάτων καὶ λόγων ἀδιαφορεῖ θείων· ἄνευ γὰρ τοῦ ὑποβολέως οὐ φθέγξεται ὁ λόγος, ὑποβολεὺς δὲ λόγου νοῦς, ὡς νοῦ θεός.