Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 79

[79] εἶτ’ ἐπιλέγει· „ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι“, ἐπειδὴ τῷ ὄντι ὁ λόγος τοῖς ἐνθυμήμασιν ὑπαντῶν, ῥήματα καὶ ὀνόματα προστιθεὶς χαράττει τὰ ἄσημα, ὡς ἐπίσημα ποιεῖν. καὶ „ἰδών σε“ φησί „χαρήσεται ἐν αὐτῷ“ (Exod. 4, 14)· γήθει γὰρ ὁ λόγος καὶ εὐφραίνεται, ὅταν μὴ ἀμυδρὸν ᾖ τὸ ἐνθύμημα, διότι τηλαυγοῦς ὄντος ἀπταίστῳ καὶ εὐτρόχῳ διερμηνεύσει χρῆται κυρίων καὶ εὐθυβόλων καὶ γεμόντων πολλῆς ἐμφάσεως εὐπορῶν ὀνομάτων·