[58] οὗτοι γάρ εἰσιν ὁ σοφὸς καὶ ἐπιστήμων, ὃν εἶπε, λεώς, ὧν ἕκαστος μέγας εἰκότως ἐστίν, ἐπειδὴ μεγάλων ὀρέγεται, ἑνὸς δὲ καὶ λίαν ὑπερβαλλόντως, τοῦ μὴ διαζευχθῆναι θεοῦ τοῦ μεγίστου, ἀλλὰ τὴν πρόσοδον αὐτοῦ συνεγγίζοντος σταθερῶς ἄνευ καταπλήξεως ὑπομεῖναι.