Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 57

[57] οὐκοῦν ὅτι καὶ πρὸς βοήθειαν δύναμις [M.445] ἀρωγὸς εὐτρεπὴς ἐφεδρεύει παρὰ θεῷ καὶ αὐτὸς ὁ ἡγεμὼν ἐγγυτέρω πρόσεισιν ἐπ’ ὠφελείᾳ τῶν ἀξίων ὠφελεῖσθαι, δεδήλωται. [cap.11] τίνες δ’ οἱ τούτων ἐπάξιοι τυγχάνειν εἰσίν; ἢ δῆλον ὅτι οἱ σοφίας καὶ ἐπιστήμης ἐρασταὶ πάντες;